Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.124 Dem. 21.127 (English) >>Dem. 21.130

21.126ὅσα μὲν τοίνυν εἴς τε τὴν λῃτουργίαν καὶ τὸ σῶμʼ ὑβρίσθην, καὶ πάντʼ ἐπιβουλευόμενος τρόπον καὶ πάσχων κακῶς ἐκπέφευγα, ἀκηκόατʼ, ἄνδρες Ἀθηναῖοι. καὶ παραλείπω δὲ πολλά· οὐ γὰρ ἴσως ῥᾴδιον πάντʼ εἰπεῖν. ἔχει δʼ οὕτως. οὐκ ἔστʼ ἐφʼ ὅτῳ τῶν πεπραγμένων ἐγὼ μόνος ἠδίκημαι, ἀλλʼ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν γεγενημένοις ἀδικήμασιν φυλή, δέκατον μέρος ὑμῶν, συνηδίκηται, ἐπὶ δʼ οἷς ἔμʼ ὕβρισε καὶ ἐπεβούλευσεν οἱ νόμοι, διʼ οὓς εἷς ἕκαστος ὑμῶν σῶς ἐστιν· ἐφʼ ἅπασι δὲ τούτοις θεός, χορηγὸς ἐγὼ καθειστήκειν, καὶ τὸ τῆς ὁσίας, ὁτιδήποτʼ ἐστί, τὸ σεμνὸν καὶ τὸ δαιμόνιον συνηδίκηται. 21.127δεῖ δὴ τούς γε βουλομένους ὀρθῶς τὴν κατʼ ἀξίαν τῶν πεπραγμένων παρὰ τούτου δίκην λαμβάνειν, οὐχ ὡς ὑπὲρ ἐμοῦ μόνον ὄντος τοῦ λόγου τὴν ὀργὴν ἔχειν, ἀλλʼ ὡς ἐν ταὐτῷ τῶν νόμων, τοῦ θεοῦ, τῆς πόλεως, ὁμοῦ πάντων ἠδικημένων, οὕτω ποιεῖσθαι τὴν τιμωρίαν, καὶ τοὺς βοηθοῦντας καὶ τοὺς συνεξεταζομένους μετὰ τούτου μὴ συνηγόρους μόνον, ἀλλὰ καὶ δοκιμαστὰς τῶν τούτῳ πεπραγμένων ὑπολαμβάνετʼ εἶναι.

21.128εἰ μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμʼ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγʼ ἀτύχημʼ ἂν ἐμαυτοῦ τοῦθʼ ἡγούμην, ἔπειτʼ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμʼ ὕβρικεν δοῦναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.124 Dem. 21.127 (English) >>Dem. 21.130

Powered by PhiloLogic